εὐτυχεῖν, οὐκ ἀγαθὸν εἶναι τὰ πολέμια. καὶ γίνεται τὰ κατορθώματα τῆς παρασχούσης Τύχης. φιλοτιμία δὲ ἀνθρώπου πρὸς μὲν τοὺς ἀρετῇ χρωμένους κἂν πάθοι τι καὶ παροξυνθείη, τοὺς δ’ εὐπραξίᾳ τι δυνηθέντας οὐκ ἂν ζηλωτοὺς ἡγήσαιτο τῇ δούσῃ θεῷ λογιζόμενος
τὰ ἔργα, ἐπεὶ καὶ τοὺς ἀγαθοὺς ἀτυχοῦντας οὐ φαύ- λους παρὰ τὰ πταίσματα κρίνομεν. καὶ νῦν Ἕκτωρ, εἴπερ ὄντως τῇ τύχῃ μέγας | ἐστί, πόρρω τοῦ 1 θαυμάζεσθαι γίγνεται.
τὴν εὔνοιαν ἣν εἰς τοὺς Τρῶας ἔχει. ἐν γὰρ τούτῳ τῷ λόγῳ τὰς καθ’ ἡμῶν ἀνῄρηκας αἰτίας. τίνα γὰρ μάρτυρα μείζω παράσχωμαι τοῦ δικαίως τὴν ἡσυχίαν ἄγειν ἢ τὸν ἄριστον τῶν θεῶν, ὂν σὺ φῄς ταὐτά μοι περὶ ὑμῶν φρονεῖν καὶ συνοργίζεσθαι καὶ τὴν ῥοπὴν
2 3 ἄγειν ἐπὶ τοὺς ἐναντίους. πῶς οὖν ἀδικῶ χαλεπαίνων, εἰ τῷ χαλεπαίνειν ὁμολογῶ τῷ Διί; πῶς δὲ οὐ σεμνύ- νει μοι τὴν ὀργὴν ὁ κοινωνῶν μοι τῆς καθ’ ὑμῶν ὀργῆς, μᾶλλον δέ, καὶ μειζόνως ἀγανακτῶν, εἴπερ ἐγὼ
μὲν οὐ βοηθῶ τοῖς Ἕλλησιν, ὁ δὲ καὶ πολεμεῖ τοῖς Ἕλλησιν; εἰ τοίνυν τὸ τοῖς θεοῖς ἀκολουθεῖν δίκαια ποιούντων ἐστίν, αἱ μὲν διαλλαγαὶ τὴν μέμψιν, τὸ δὲ φυλάττειν τὴν ὀργὴν ἔπαινον ἔχει.
ἀμνημονεῖν ἔφησθα· τὸν μὲν γὰρ κελεύειν θυμοῦ κρα- τεῖν, ἐμὲ δὲ ἥττω πεφηνέναι. οὐ γὰρ δὴ τοῖς μὲν ἄλλοις ἦν τότε ὦτα, ἐμοὶ δὲ οὐκ ἦν, Ὀδυσσεῦ, ἀλλ’ ἴσμεν ἃ περὶ θυμοῦ λέγοντος ἀκηκόαμεν. σὺ δὲ σοφίζῃ καὶ διαστρέφεις τὸν λόγον. ἔλεγε τοίνυν τότε ἐκεῖνος·
ὧ παῖ, μὴ καταμέλει τοῦ τοὺς Ἕλληνας ὧς οἰ- κειότατα πρὸς αὑτὸν διατεθῆναι. τούτου δ’ ἂν ἐπιτυγχάνοις, εἰ μηδενὸς ἄρχοις ἀδίκου μήτ’ ἔργου μήτε ῥήματος θυμῷ δουλεύων.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.