ἔδειξέ με μόνον φοβούμενος. κἀκεῖνο μὲν τῆς αὐτοῦ 1 δειλίας ἦν ἂν σημεῖον, τοῦτο δὲ τῆς ἐμῆς ἀνδρείας τεκμήριον, κἀκείνως μὲν οὐκ ἂν ἐφάνη τοῖς Ἕλλησι 4 Ι τῆς ἀπουσίας τὸ βλάβος, νῦν δ’ ὁ πολέμιος διδάσκει τὴν τοῦ παροινηθέντος ἀξίαν κρατῶν ἁπάν-
τῶν τοσοῦτον ὁπόσον ἑνὸς ἡττᾶτο. τοῦτον οὖν ἀναστὰς ἐγὼ παύσω χαριζόμενον ἐμοὶ καὶ δίκην ὑπὲρ ἐμοῦ πραττόμενον; οὐκ ἄρα σωφρονεῖν δόξω.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.