διηγοῦ λαμπρότητα, καλῶς εὗρες ὅθεν παραμυθήσῃ· εἰ δ’ οἴει τούτοις κινήσειν, λίαν εὐήθως ἔχεις. πῶς γὰρ οὐκ ἄτοπον βούλεσθαι μὲν Ἕκτορα γενέσθαι 1 2 3 4 μέγαν, γενομένῳ δὲ φθονεῖν, καὶ συνεύχεσθαι μὲν αὐτῷ πολέμου κράτος· ἐπεὶ δὲ κρατεῖ, κωλύειν, καὶ ταπεινοὺς μὲν τοὺς Ἕλληνας ἰδεῖν ἐπιθυμεῖν, ἡττω- μένους δὲ πάλιν ὀρθοῦν, καὶ ταὐτὰ ποθεῖν τε ἀπόντα καὶ παρόντα διαφθείρειν, ὥσπερ ἂν εἴ τις παρὰ τῆς
Δήμητρος αἰτήσας εἰς πλῆθος αὑτῷ γενέσθαι τοὺς καρπούς, εἶτα τυχὼν ἄχθοιτο τῇ φορᾷ;
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.