ἀνθρώπων τινί, οὐδ’ οὕτω μὲν ἐχρῆν ἀγανακτεῖν, εἰ τοῦ συμφέροντος ὁ λογισμὸς ἐνταῦθα ἦγεν, ἔδοξε δ’ ἂν οὐκ ἵξω φύσεως ἀνθρωπίνης εἶναι τὸ πάθος· νῦν δὲ θεὸς ἦν ὁ τὴν ἄνθρωπον ἀπολαμβάνων. θεῶν δὲ ἡττᾶσθαι ποῦ λυπηρόν; ἢ τίς αἰσχύνη; εἰ γὰρ τὸ
σκῆπτρον ἐκέλευεν ἀποθέμενον ἐν ὑπηρέτου μέρει δι- άγειν, οὐκ ἐχρῆν ἀγαπᾶν καὶ τοῦτο νομίζειν καλόν τε καὶ γενναῖον ὅπερ ἐκεῖνος πρόσ’ ἔταττε; καὶ μὴν εἰ μὲν ἄκων ἠφίει τὴν κόρην, ἐχθρὸς ἦν τῷ θεῷ· εἰ δ’ ἑκὼν 1 ἀνεβίβαζεν εἰς τὴν ναῦν, πῶς ἃ μεθ’ ἡδονῆς |
ἔπραττε, τούτων εἰσεπράττετο δίκην;
ἀφῄρημαι τὴν τιμήν, ὑπὲρ τοὺς ἀτίμους ὕβρισμαι. ποῦ νῦν Βρισηίς, Ὀδυσσεῦ; παρὰ τῷ πέμψαντι τὴν πρε- σβείαν. οὐ γέγονεν ἐκ τοῦ παντὸς χρόνου προπηλα- κισμὸς δεινότερος.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.