ἀπενεχθῆναι κοῦφον, ἀλλὰ τοσούτῳ τοῦτ᾿ ἐκείνου χαλεπώτερον, ὅσῳ τὸ μὲν ἐπαινεῖται, τὸ δὲ οἰκτείρεται, καὶ τῷ μὲν ὑπάρχει τι δόξης, τὸ δὲ σημεῖόν ἐστι τῆς τῶν θεῶν δυσμενείας. εἰ δὴ τὸ τοὺς πολεμίους ἀπώσασθαι δωρεῶν ἄξιον, τό γε λῦσαι τὸν λοιμὸν πῶς οὐ μειξόνων; οὔκουν ἀντὶ τούτων ὑβρίξειν δίκαιος ἦν, ἀλλ᾿ εἰ καὶ πρότερον ὑβρισμένος ἐτύγχανε, τούτων εἵνεκα διαλλάττεσθαι. ὁ δὲ ταῦτ᾿ ἐν ἐγκλήμασιν ἐποιεῖτο, δι᾿ ἃ καὶ παλαιὰ χρῆν ἀνελεῖν ἐγκλήματα.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.