σπουδὴν καὶ τὴν κατ’ ἐμοῦ τοῦ τὰ δεινότατα πεπον- θότος τέχνην καὶ ὅτι με καθάπερ παῖδα προσεδόκησας οἰχήσεσθαι λαβών, νῦν πλέον ἢ πρότερον, εἰ καὶ παράδοξον εἰπεῖν, ἤλγηκα. τὸ γὰρ μηδὲ νοῦν ἔχειν 1 δοκεῖν, ἀλλ’ ἕτοιμον εἶναι | πρὸς ἀπάτην ὅτου
τις ἂν εἴποι δεινοῦ τοῖς γε οὐκ ὄντως ἀνοήτοις δει- νότερον. ἐγὼ δέ σε ἠξίουν φάσκοντα συνέσει νικᾶν μὴ τὸ πᾶσι πρόδηλον ἀγνοεῖν, ὅτι καὶ τῇ δεινότητι καὶ τῇ ῥώμῃ καὶ τῇ τῶν πολεμικῶν ἐμπειρίᾳ καὶ ταῖς ἄλλαις δυνάμεσιν οὐκ ἐπὶ τοὺς οἰκείους χρῆσθαι νόμος,
ἀλλ’ οὗ δεῖ τῶν ἐχθρῶν πλεονεκτεῖν.
Declamatio 5. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.