ἐπιμελείας θεραπεύειν νῦν μὲν ἐν ταῖς κορυφαῖς τῆς Ἴδης, αὖθις δὲ ἐπὶ τῆς ἀκροπόλεως, πάλιν δὲ αὐτοῦ τοῦ Δῖός οὕτως ὀλιγωροῦντας φαίνεσθαι, ὥστε τὴν μεγίστην αὐτοῦ τῶν τιμῶν εἰκῆ διαφθείρειν; τίς γὰρ οὐκ οἶδεν ὧς ὁ ξένιος Ζεύς, ὅπερ κεφάλαιόν ἐστι
τῶν ἐπωνυμιῶν αὐτοῦ, καὶ ὅτι παντὸς μὲν ἀναθήματος ἥδιον ἐκείνῳ τὸ τὰ περὶ τοὺς ξένους εὖ ἔχειν, πάσης δὲ δεινότερον ἱεροσυλίας, εἴ τι συμβαίνει δυσχερὲς ἤ τῷ ξένῳ παρὰ τοῦ δεξαμένου ἢ τῷ δεξαμένῳ παρὰ τοῦ τυχόντος εὐνοίας;
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.