δὲ σχετλιώτατον, εἰ οἱ μὲν ἐν Πελοποννήσῳ κατοικοῦν- τες καὶ πάντες ἀπλῶς οἱ τότε μνηστεύσαντες ἔστερξαν τῇ τύχῃ καὶ τοῦ δικαίου τὴν αὑτῶν ἰσχὺν οὐκ ἠξίω- σαν προθεῖναι, ὁ δὲ μηδὲ μνηστεύειν τολμήσας πλέον ἔξει τοῦ λαχόντος.
1 2
τῶν δὲ ὑμῶν αὐτὴν καὶ δίκας ἀνεξόμεθα. καὶ νῦν 3 ἐφ’ ὑμῖν ἐστιν ἢ ζῆν ἀδεῶς ἢ κινδυνεύειν. δότε οὖν ἡμῖν ἤδη τὰς ἀποκρίσεις καὶ τὴν ταχίστην ἀποπέμψατε. ὧς ἔγωγε πάντας μέν, μάλιστα δὲ τὸν Αχιλλέα καὶ τὸν Αἴαντα ζημίαν ἡγοῦμαι πεποιῆσθαι τὴν
μέλλησιν καὶ νῦν μετέωρον εἶναι τὸ στρατόπεδον εἴς τε τὰ ὅπλα ἀποβλέπον καὶ τὴν ἀκοὴν ἀναμένον. εὖ δὲ ἐπίστασθε ὧς τὸ τῶν πρέσβεων ἄπρακτον προσθήκη πρὸς ἀγανάκτησιν τοῖς ἀπεσταλκόσι καθίσταται. ὁ γὰρ ἐπιεικείᾳ πρὸς τοὺς ἠδικηκότας χρησάμενος, ἐπειδὰν
ὑπερφρονηθεὶς τύχῃ, χαλεπώτερος γίνεται τῶν ἀπ’ ἀρχῆς εἰς χεῖρας ἰόντων πρὸς τοῖς ἀδικήμασιν ὑπὸ τῆς ὕβρεως κινούμενος.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.