εἰν ἐνῆν, καὶ μαντικὴ τίμιος οὐκ ἐῶσα τὸ μέλλον ἐν ἀδήλῳ κεῖσθαι καὶ ὅλως τὰ πλείω πρὸς Ἑλληνικὸν ἁμιλλώμενα κόσμον, ἐκκλησίαι, ῥήτορες, τὸ βουλῇ χώ- ραν εἶναι, τὸ λέγειν εἰς μέσον ἐξεῖναι, τὸ μὴ τῷ θυμῷ πλέον ἢ τῷ δικαίῳ δεδόσθαι. τοὺς μὲν γὰρ ἄλλους 1 2 βαρβάρους ἀκούομεν ὀργῇ μᾶλλον ἤ λογισμοῖς τὰ καθ’ ἑαυτοὺς ἐπιτρέψαντας ἐγγύτατα τῶν θηρίων διάγειν καὶ τοσοῦτον ἐπ’ ὠμότητι καὶ πονηρίᾳ φρονεῖν ὅσον εἰκὸς ἦν ἐπὶ τοῖς ἀμείνοσι. τὰ δ’ ὑμέτερα πρὸς τὸ βέλτιον ὁρῶμεν πάντα συνηρμοσμένα καὶ συγχαίρομέν
γε ὑμῖν τῶν τε ἐθῶν καὶ τῆς καθεστώσης τάξεως.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.