ἐκείνους μὲν ἄγει παράκλησις καὶ δέησις καὶ τὸ βού- λεσθαι Πριάμῳ χαρίζεσθαι, ἡμῖν δὲ τὸ μὲν βούλεσθαι χαρίζεσθαι τοῖς Ἀτρείδαις κοινὸν πρὸς ἐκείνους ἐστί, πρόσεστι δέ γε καὶ τὸ τῶν ὑπηκόων δίκαιον. ἐκείνοις μὲν γὰρ ἔξεστιν ὅσον βούλονται χαρισαμένοις μηκέτι τοῦ
λοιποῦ πρὸς ἀνάγκην ταλαιπωρεῖσθαι, ὥστε καὶ τῆς ἐπι- κουρίας καὶ τῆς ἀναχωρήσεως ὅρος αὐτοῖς ἡ γνώμη· ἡμῖν δὲ ἡ προαίρεσις οὐχ ἕξει μεταβολήν, βεβαιοῦται γὰρ τῇ 1 τῶν βασιλέων ἀνάγκη.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.