αὐτοῖς μικροτέρου τοῦ ἔργου καθεστῶτος τῆς τῶν ἐπελθόντων χειρός· ὑμῖν δέ, εἴ τινες ἄρα καὶ βοηθοῖεν, οἱ μὲν θᾶττον ἴσως, οἶ δὲ σχολαιότερον ἥξουσιν, ὅσον ἕτερος ἑτέρου κατὰ τὸν τόπον ἀφέστηκε, τοσοῦτον ὑστερίζων κατὰ τὸν χρόνον.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.