μὲν οὖν μὴ παθόντες ἡμεῖς κακῶς μηδ’ ἐπ’ ἐγκλή- μασι δικαίοις κεκινημένοι μηδὲ τῶν οἰκείων ἀμφισβη- τοῦντες, ἀλλὰ τῶν ἀλλοτρίων ἐπιθυμοῦντες οὕτω πολ- λὴν καὶ μεγάλην στρατιὰν ἀγείραντες ἢ βοῦς ἀπηλαύ- 1 2 νομεν ἢ περιετεμνόμεθα γῆν ἢ τῶν ἐντὸς τείχους χρη- μάτων ἐζητοῦμέν τι μέρος, εἶθ’ ὑμεῖς ὑπεκύπτετε ῥᾳ- δίως ἀγαπῶντες εἴ τις ἐάσει ζῆν, πάνυ ἂν ὑμῶν ἐμεμψάμεθα τὴν ἄγαν ἀπραγμοσύνην· εἰ δὲ τὰ μὲν
ὑμέτερα βουλοίμεθα ἂν ὑμῖν ἀκέραια μένειν, αὐτοὶ δὲ ὑπὲρ ὧν ἀφῃρέθημεν ἥκομεν, οὐχ ὁρῶμεν ἥντινα ὑμῖν ἕξει λαμπρότητα τοῦ πολέμου τὸ σχῆμα.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.