θάνατον καὶ δουλείαν δι’ ὑμᾶς μεριζομένων; οὐκοῦν 1 2 πρὶν ἡμᾶς ἀπώσασθαι τοῖς ἀστυγείτοσι πολεμίοις χρή- σεσθε; καί τοι τί τῶν ἐν ἀνθρώποις ἀντάξιον τῆς τοσαύτης δυσμενείας;
τις, ὥσπερ οὐκ εἰδότας ὅτι μηδαμῶς εἴκειν τοῖς πολεμίοις ἀνδρῶν ἐστιν. ἡμεῖς δὲ τὸ μὲν ἀφίστα- σθαι τῶν οἰκείων τοῖς πλεονεκτεῖν ἐπιχειροῦσι φόβῳ τῶν κινδύνων αἰσχρὸν ἡγούμεθα καὶ τοῦτο ἔργῳ δῆλον πεποιήκαμεν. ὅπως γὰρ μηδεὶς Ἑλλήνων τῶν ὑπαρ-
’χόντων στεροῖτο μηδὲ καταγελάσειαν τῶν πεπονθότων οἱ δεδρακότες, πελάγη μὲν οὕτω μακρὰ διεβάλομεν, τιμιωτέραν δὲ τὴν τῶν λελυπηκότων τιμωρίαν τῆς μετὰ τῶν φιλτάτων διατριβῆς πεποιήμεθα, γνώμη δὲ αὕτη νενίκηκεν ἢ λαβεῖν ταῦθ’ ὑπὲρ ὧν ἥκομεν ἢ
μαχομένους πεσεῖν.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.