ρῆσθαί τινος ὑπολαμβάνειν, εἰ τὴν Ἑλένην ἡμεῖς ἀπο- ληψόμεθα, ἀλλὰ τὰ μέγιστα ἡγεῖσθαι κερδαίνειν, εἰ τὴν Ἑλένην λαβόντες ἀρκεῖν ἡγησόμεθα. εἰ μὲν γάρ ἐστί τις ὑμῖν ἐγγυητὴς θεῶν καὶ τοῦτο οἱ μάντεις ὑπισχνοῦνται σαφῶς, ὡς, εἰ τὸ πρᾶγμα εἰς πόλεμον
προβαίη καὶ τοῖς ὅπλοις τὴν κρίσιν ἐπιτρέψαιτε, ἧττα μὲν τοῖς ἠδικημένοις ἀπόκειται, τὰ δὲ τῆς Τύχης μεθ’ ὑμῶν τῶν ἠδικηκότων στήσεται, | οὐκ ἂν παραι- 1 νέσαιμεν ὑμῖν μὴ χρήσασθαι τοσαύτῃ πλεονεξίᾳ· εἰ δὲ τὸ μέλλον ἀκριβῶς μὲν οὐκ ἔστι προιδεῖν, τοῖς δὲ
λογισμοῖς ἀκολουθῶν τις οὐκ ἂν εὕροι χαλεπῶς ὁπο- 2 3 τέροις μένει τὸ τοῦ πολέμου κράτος, ἐξετάσατε παρ’ ὑμῖν αὐτοῖς, ποτέρως ἂν ὑμῖν ἔχοι καλῶς, πότερον εἰ μετὰ τοῦ τῆς Ἑλένης ὕστερον στέρεσθαι καὶ τὴν πόλιν προσαποβάλοιτε ἢ εἰ τὴν Ἑλένην ὑπὲρ τῶν ὅλων ἀπο-
δοίητε.
ἄνευ ὅπλων προσληψόμενοι. οὔκουν ἀξιοῦμεν πρὶν εἰ χωρὶς πραγμάτων τευξόμεθα τῶν δικαίων εἰδέναι πό- λεμον ἐπιφέρειν τοῖς χωρὶς ἀνάγκης ἴσως ἄν τι βου- λευσαμένοις μέτριον.
βλασφημεῖν, ὡς οὐχ ἡ τῆς ὕβρεως ὀργὴ τὴν στρατείαν 4 παρεσκεύασεν, ἀλλ’ ὁ πλοῦτος τῆς Πριάμου πόλεως, πᾶσι βουλόμεθα καταστῆσαι σαφὲς καὶ θεοῖς καὶ ἀν- θρώποις, ὅτι καὶ Μενέλεῳ καὶ πᾶσιν ἡμῖν ἀπόχρη κατὰ πολλὴν ἡσυχίαν τῶν δικαίων τυχεῖν. ὑπὲρ μὲν οὖν τούτων πλείω λέγειν οὐκ οἴομαι δεῖν, οὐδὲν γὰρ
ἐνδεῶς εἰρῆσθαι δοκεῖ, ἐπάνειμι δὲ ὅθεν ἐξέβην.
καὶ παροῦσαν φυλάττειν καὶ ἀποῦσαν ὅπως ἔσται ζη- τεῖν, τὸν δὲ καὶ ἐπικείμενον λύειν καὶ προσδοκώμενον ὅπως μὴ γενήσεται προνοεῖν· | ἀπάντων δὲ ἀν- 5 θρώπων εἰκότως ἂν ταύτην περὶ αὐτῶν ἐχόντων τὴν κρίσιν ὑμῖν πολὺ πλέον τῶν ἄλλων φροντιστέον καὶ
τοσούτῳ μᾶλλον, ὅσῳ τοῖς πᾶσιν ἀγαθοῖς ἀνθοῦσαν 6 7 8 9 οἰκεῖτε πόλιν καὶ λόγος πανταχοῦ πεφοίτηκεν εὐδαι- μονέστατον ἔστατον ἀνθρώπων εἶναι Πρίαμον, καὶ αὐτὸν καὶ τοὺς ἀρχομένους. ὅσοις μὲν γὰρ τῶν ἀνθρώπων οὐκ εὖ τὰ πράγματα ἕστηκε, τούτους μὲν οὐδὲν ἀπεικὸς
ἑτοίμους ἐπὶ τὸ πολεμεῖν χωρεῖν, ἤ γὰρ κρατήσαντες ἀλλοτρίων ἀγαθῶν ἐγένοντο δεσπόται ἢ σφαλέντες οὐκ ἐν μεγίστοις ἐζημιώθησαν· ὑμῖν δὲ καὶ τοῖς ἐγγύτατα ὑμῖν εὐδαιμονίας ἥκουσι πολλῆς δεῖ τῆς βουλῆς, εἰ πόλεμον πρὸ εἰρήνης αἱρετέον, μᾶλλον δὲ οὐδὲ βουλεύσα-
σθαι τοῖς οὕτως ἔχουσιν ἄξιον, εἰ μή, νὴ Δία, βουλῆς ·δεῖσθαι φήσουσιν εἰς τὸ μαθεῖν, πότερον ἡ τῶν ὑπαρ- χόντων ἀπόλαυσις ἄμεινον ἢ τούτων ἐστερῆσθαι.
εὐλαβεῖσθαι τὸ βλάσφημον τοῦ λόγου. ἃ γὰρ ἐφ’ ὑμῖν ἐστι μὴ παθεῖν, τί ἂν τὴν τούτων ἀκοὴν δυσχεραί- νοιτε; ἆρ’ οὖν ἴσον ἢ παραπλήσιον ἔξω κινδύνων ἐν εὐπαθείᾳ διάγειν ἢ μεθ’ ὅπλων ἐν αἵματι, καὶ χρηστὰς 10 ἔχειν ἐλπίδας περὶ τῶν συγγενῶν ἡ τὴν παροῦσαν ἡμέραν ἀεὶ τελευταίαν ἡγεῖσθαι καὶ καλεῖν συμμάχους. ὧν οἱ μὲν οὐδὲ τὴν ἀρχὴν ἥξουσιν, οἱ δὲ ἄκοντες ἐλ- θόντες ἐθελοκακήσουσιν ἐπὶ τῆς χρείας; ἐκεῖνο δὲ ἴσον ἢ προσόμοιον εὐφημίας ἢ μίσους παρὰ τῶν περιοίκων
τυγχάνειν;
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.