ἐχρῆν τοῖς προγόνοις ἐγκαλεῖν, οὓς καταμέμ- 1 2 φεσθε ταῦτα ἡμαρτηκέναι. εἰ μὲν οὖν κατε- μέμψασθε τὴν ἀρχήν, τί νῦν ἐνοχλεῖτε; τί δὲ μεταφέρετε τὰς αἰτίας ἐπὶ τοὺς ὕστερον γενο- μένους; εἰ δὲ μεμφομένων κατεγέλων, ἔδει τοῖς ὅπλοις χρήσασθαι.
μάτων νεώτερος, οἱ δὲ μηδὲν ἠδικηκότες ἀντὶ τῶν ἡμαρτηκότων ἕλκονται, ἀλλὰ καὶ τὸ τρίτον τῆς αὐτῆς ἀλογίας, ἀντὶ Φοινίκων καὶ Σκυθῶν Ἀλέξανδρος ἐπὶ τὴν τιμωρίαν ἧκεν ὥσπερ ἐκείνων ἢ παροξύνεσθαι τοῖς γεγενημένοις οὐκ εἰδότων ἢ | δίκην ὑπὲρ 3 αὑτῶν οὐ δυναμένων λαβεῖν. καὶ μὴν εἰ μὲν οὐδὲν
ἐφρόντιζον ἐκεῖνοι τῶν πεπραγμένων, πῶς ὑμᾶς ἀγα- νακτεῖν ἄξιον; εἰ δὲ ἀλγοῦντες ὅμως ἡσύχαζον, τί δεῖ χαρίζεσθαι τοῖς ὑπὲρ αὑτῶν οὐ κινουμένοις;
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.