φὸν ἀποσπᾶν | ἐπιχειροῦντα καὶ ὡς ἀβίωτον 1 ἡγεῖτο τὸν βίον, εἰ μὴ ἐκεῖνον ὄψεται, καὶ ὅσα τῶν ἐρώντων ἐστὶ παραλείψω, τί γὰρ ἄν τις μακρηγοροίη; 2 3 ἀλλ’ ἐπειδὴ τῆς Ἑλλάδος ἦσαν ἐν Κορίνθῳ, ὁ μὲν ἄλλην ἐμνήστευεν, ἡ δὲ ἐδάκρυεν, καὶ ὁ μὲν ἣν ἐβού- λετο ἤγετο, ἡ δὲ οὐκ εἶχεν ἥτις γένηται. οὕτω σφόδρα αὐτὴν Ἰάσων ἠγάπα καὶ τὰς Συμπληγάδας ὑπὲρ ἐκεί-
νῆς διέπλευσεν, ὥσπερ Ἀλέξανδρος ὑπὲρ τῆς Ἑλένης τὸν Αἰγαῖον. πότερον οὖν Ἰάσων Μηδείας ἑαλώκει ἢ Μήδεια τὸν οὐδὲν δεόμενον αὐτῆς ἠνώχλει; τὰ μὲν γὰρ πράγματα τὸ δεύτερον βεβαιοῖ.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.