ἠδικημένων ἀντεπιβουλεύειν οὐ προῃρημένων ἐκείνους περιεργάζεσθαι. ἔπειτα εἰ καὶ πλέον τῶν πεπονθότων ἤχθοντο, δῶμεν γὰρ ὅτι καὶ μᾶλλον ἤλγουν Ἰνάχου, οὐχ ἁρπαγῇ τὴν ἁρπαγὴν μετιέναι ἐχρῆν, ἀλλὰ ταὐτὰ ποιεῖν ἅπερ ἡμεῖς νῦν, πρεσβείαν ἀποστέλλειν, στρα-
τόπεδον συγκροτεῖν, πόλεμον ἀπειλεῖν. τοῦτο μὲν γὰρ ἦν μηδὲν τοιοῦτον μήτ’ ἐν γῇ μήτ’ ἐν θαλάττῃ βουλο- μένων τολμᾶσθαι, ἐκεῖνο δὲ πολλὰ παρασκευαζόντων παραπλήσια γίνεσθαι. ἐπαινεῖν μὲν οὖν ἐκείνους οὐκ ἔχομεν, εἰ δὲ ἰσχυρόν τις εἶναι νομίζει τὸ χρῆναι τοῖς 1 2 ἴσοις ἀμύνασθαι, λόγος τίς ἂν αὐτοῖς λείποιτο; πλὴν ἔν γε ἐκεῖνο ὅτι ὅτι Φοινίκων τὸ ἔγκλημα γίνεται τῶν καταβεβληκότων τὸ σπέρμα τῆς ἁρπαγῆς.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.