εἰ δὲ καταμέμφεσθε ἴ’ τί οὐ κωλύετε; οὐ γὰρ δήπου λόγον ἔχον ἐστὶ ταῦτα διαφυλάττειν εἰς τέλος ἃ μηδὲ 1 γενέσθαι τὴν ἀρχὴν | βέλτιον ἦν. ἢ τὴν μὲν ἁρ- παγὴν αἰτιασόμεθα, τὸ δὲ μηδ’ ἀποδοῦναι βούλεσθαι τοῦτο θαυμασόμεθα;
νέλεων καὶ Ὀδυσσέα παρ’ ἐμαυτῷ καταλύειν ἀνέξομαι τὸν μὲν εἰς τὰ τιμιώτατα βεβλαμμέ- νον, τὸν δὲ συνωργισμένον τῷ πεπονθότι; ἂν 2 3 οὖν ἀποχρήσωνται πρός τι τῶν δυσχερῶν τῇ παρ’ ἐμοὶ διατριβῇ, παρ’ ἡμῶν δὲ αὐτῶν ἔχουσι τῶν τοιούτων τὸ παράδειγμα, καλῶν γ’ ἂν εἴην ἀπολαύων ξενίων· εἰ ταῦτα διαλογισάμενος προσιόν- τας ἀπήλαυνε καὶ μηδαμῆ προσίετο, ἀρ’ οὐκ ἂν ἦν
θέαμα δεινὸν καὶ πάντων ἐλεεινότατον ἄνδρας ξένους ἠδικηκότας οὐδὲν ἐπ’ ἀγορᾶς κυλινδεῖσθαι; οἶμαι γὰρ ἂν καὶ τοὺς ἄλλους τοῦτον μιμήσασθαι τῷ φόβῳ τῶν πεπραγμένων πρὸς ἀπιστίαν ἀγομένους. ταῦτα τοίνυν τὸ μὲν Ἀλεξάνδρου μέρος ἂν συμβεβήκει, ἡ δὲ Ἀντή
νορος καλοκἀγαθία κρείττων ἐφάνη τῆς ὑποψίας.
4 5 δὲ παρανομεῖν ἐπιχειρήσας ἐν τῷ μεγίστῳ τὴν παρανομίαν 6 ἔδειξεν. | οὐκ ἤρκει θεραπαίνας καὶ χρυσία καὶ ὅσα εἰς ἐσθῆτα φέρει λαβόντα οἴχεσθαι καὶ τούτοις ὁρίσαι τὰ ἀδικήματα, ἀλλ᾿ ἐπὶ τὸ γύναιον ἐπι-
θυμίαν ἀκόλαστον ἐκίνησε καὶ τοῖς αὐτοῖς ὀφθαλμοῖς τοῦτον μὲν δεξιούμενος, τὴν δὲ Ἑλένην εἶδεν ἐφ᾿ ὕβρει.
Declamatio 4. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.