χεταί τις ἡμᾶς ἕτερος μακρότερος τοῦ σὺν τι σώματι <καὶ> ἐπειδὰν λυθῶμεν ὀστῶν τε καὶ σαρκῶν καὶ τοῦ παντὸς τούτου δεσμωτηρίου, εἴτε σώματος εἴτε σήμα- τος χρὴ λέγειν, ἄπιμεν ἐπὶ τὴν ἀξίαν ἕκαστοι διανο- μήν, καὶ χρὴ ζῶντας μὲν φιλοσοφεῖν καὶ θανάτου 2 3 μελέτην ποιεῖσθαι τὸν βίον ἀναμιμνησκομένους τὰ πολλὰ τῶν ἀρχαίων | μαθημάτων ἐν οἶς ἐνταῦθα 4 δοκοῦμεν μένειν, ἐλθούσης δὲ τῆς μοίρας τῆς εἱμαρ- μένης κούφους καὶ μετεώρους φέρεσθαι παρὰ δεσπότας θεοὺς καὶ δαίμονας ψυχῶν δικαστάς, οἱ νέμουσι τοῖς
μὲν καθαρῶς καὶ δικαίως βεβιωκόσι καὶ μετὰ φιλο- σοφίας ἀληθοῦς ἀνασχομένοις τῶν ἐν τῇ γῇ πραγμά- των θεῶν ἀκολουθίαν καὶ τὴν ὑπερουράνιον περίοδον καὶ θέαν αὐτοῦ <τοῦ> δικαίου καὶ καλοῦ καὶ ἀθανάτου καὶ ψυχῶν εὐδαιμόνων, τοῖς δὲ ἀθέσμως καὶ ἀδίκως βιώ-
σασι καὶ πολλῶν τὰς ψυχὰς μεστοῖς ἀνοσιουργημάτων Τάρταροί τε καὶ Κωκυτοὶ καὶ Πυριφλεγέθοντες ὑπο- δοχαὶ καὶ δειναὶ κολάσεις καὶ πολυχρόνιοι τιμωρίαι ἐν | πυρὶ καὶ σκότῳ καὶ ἀλλοκότοις ῥεύμασιν ἄλη- 5 κτον ἐλαυνομένοις φοράν.
μένος, ἅπαντα ἐκείνοις διηγήσεται· ἡμῖν δὲ τοῖς κατα- λειφθησομένοις Σωκράτους ὀρφανοῖς τοῦτο δεινόν ἐστιν, εἰ μήθ’ ὑπὲρ ὧν ἀμφισβητεῖ τις ἡμῶν, μηδὲ περὶ τούτων ἐρήσεται μηδ’ ἀπολαύσει τις ἡμῶν ἔτι τῆς Σωκράτους ἐπιδημίας.
ἡ ναῦς ἀφίξεται. τοῦτο ὄναρ προερρήθη Σωκράτει. μὴ φθονήσητε ἡμῖν τῆς μιᾶς ἡμέρας. ἦ που καὶ νῦν ἐγὼ μὲν ἐνταῦθα ἀσχολοῦμαι, Σωκράτης δὲ ἑταίροις λαλεῖ. καὶ ταῦτα ἔνι μὲν καὶ παρὰ τῶν ἑταίρων τῶν ἀκου- σάντων μαθεῖν, οὐδὲν δὲ οἷον Σωκράτους ἀκούειν αὐτοῦ.
μᾶλλον ἑτέρας. εἰ δέ τις τῶν σοφῶν δαιμόνων ἐπι- φοιτᾷ ταῖς τῶν φίλων ψυχαῖς, μὴ σιώπα καὶ δι’ ὀνεί- ρων ἡμῖν λάλει, Σώκρατες, ὡς νῦν οἱ θεοί.
Declamatio 2. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.