0 ἀλλὰ λέγων μὲν οὐδὲν τοιοῦτον εἶπε, ταῦτα δ’ ἄν τις δύναιτο καὶ σιωπῶν. ὀκνεῖς τὸ κώνειον προσενεγκεῖν αὐτῷ λαλοῦντι; σιωπῶν γὰρ οὐ Σωκράτης ἐστίν. ἔασον αὐτὸν < ὡς> κἀν συμποσίῳ λαλεῖν. εἰπάτω τι πρὸς τὴν τοῦ δαιμονίου φιλοτησίαν.
νόμων, τί κατὰ τῶν ἀρχῶν ἢ τῶν πατρίων λέγει; τὰ δὲ δὴ νῦν καὶ τὰ ἱερώτατα ὑπὲρ τῶν νόμων φιλο- 2 3 4 σοφεῖ καί φησιν οὐκ ἀποδράσεσθαι τούτους τοὺς δεσπότας οὐδ’ ἔσεσθαι μέτοικος Μεγαρέων ἢ Βοιωτῶν οὐδὲ ξένος Πελοποννησίων ἢ Θετταλῶν, ἀλλ’ αὐτοῦ μενεῖν καὶ πείσεσθαι τὸ δοκοῦν Ἀθηναίοις.
διὰ τέλους πάντων ὧν οἶδα ἐγώ, οὐδὲ νῦν ἐξ Ἀθηνῶν ἀποδημῆσαι θέλεις. ἀλλὰ καὶ μουσικὴν ἐργάζεται καὶ ποιεῖ καὶ κεκλεισμένος τοὺς θεοὺς ὑμνεῖ καὶ νῦν εἰς τὸν Ἀπόλλω ποιήματα ᾄδει. τελευτῶν γὰρ Σωκράτης καὶ ποιητὴς ἐγένετο. σὺ δὲ καὶ τὰ πεζὰ κελεύεις
σιωπᾶν Σωκράτην.
Declamatio 2. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.