καινότερον ἀδικεῖ Σωκράτης, καὶ προστίθετε τὰς αἰτίας μετὰ τὴν ψῆφον τῶν δικαστῶν παρὰ τὰ γεγραμμένα πρό- τερον ἐν τῇ γραφῇ, εἴπατε, διδάξατε· εἰ δ’ ὅτι φθέγ- γεται καὶ λαλεῖ, τίς τούτου πώποτε ἀνθρώπων ἔδωκε δίκην; τῷ δὲ ἀπηγόρευτο καταδικασθέντι σιωπᾶν; τίς
δ’ ἐπὶ τὸν δῆμον ἤχθη λαλῶν; πότε δὲ Ἀθήνησι τῶν τεθνηξομένων τις γλῶτταν ἀπεκόπη; Θρᾷκας ἡμᾶς ἀντ’ Ἀθηναίων ποιεῖς καὶ ἀντὶ Ἑλλήνων βαρβάρους. 1 2
Declamatio 2. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.