προσεπιτάττειν ἐκ ψηφίσματος; δεῖ γὰρ μήτε πλείω τοῖς δικασθεῖσι προστιθέναι τὴν φιλανθρωπίαν ἕκαστον τῆς τεταγμένης ἀνάγκῃ ὑπὸ τῶν νόμων μήτ’ αὖ πικροτέρους εἶναι τῶν νενομισμένων, ἑκάτερον γάρ ἐστι, καὶ τὸ προστιθέναι τι τῷ κατ’ ἐψηφισμένῳ καὶ τὸ
τοῖς οὕτω πράττουσιν ἐπιεικὲς ἀφελεῖν, παρὰ τοὺς νό- 1 2 μους. οὐ τοίνυν οὐδ’ ὁ τοῦ δικαστηρίου κῆρυξ ἀν- εῖπε τὴν τῶν ἴνδεκα ἀρχὴν παραλαμβάνειν Σωκράτην καὶ προστάττειν αὐτῷ μέχρι τοῦ θανάτου σιωπᾶν μη- δὲ λαλεῖν Σωκράτην, ἀλλ’ ἀποθνήσκειν \ μόνον. 3
Declamatio 2. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.