τῶν τυράννων ἂν ἐδίδου τοῖς ποιηταῖς, οὓς τοὺς ἀρ- χομένους ἐπαινεῖν ἀνάγκη, κἂν ὑπερβάλλωσι πάντας ἀνοίᾳ καὶ κακίᾳ. Σωκράτης δὲ Ὅμηρον οὐκ ᾔδει τύ- ραννον Ἀθηνῶν οὐδὲ Θέογνιν οὐδέ γε, εἰ τυραννοῦν- τας ἑώρα, κολακεύειν ἂν ὑπέμεινεν, ἀλλ’ εἰ πρὸς τὸ
τῆς πόλεως ἄρχειν ἐπῆγε, καὶ τυραννούμενος ἂν ἐξή- τασε τὰ ποιήματα, καθάπερ τῶν τριάκοντα τὰ ἔργα. σὺ δ’ ἐν δημοκρατίᾳ καὶ παρρησίᾳ παλαιοὺς ποιητὰς ἐφίστης τοῖς περὶ τοὺς λόγους διατρίβουσι δεσπότας καὶ τὰ στόματα τοῖς δεξιωτέροις ἐμφράττεις καὶ σιγὴν
Ἀθήνησιν εἰσηγῇ.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.