διώκουσιν, οὐδὲ γὰρ οὐδ’ ὁρᾶν εἰς τὸ κρατήσειν ἀφορ- μάς, τὸ τῶν δικαζόντων πρὸς τὸν κινδυνεύοντα μῖσος μεγάλην ἔφασαν σφίσιν αὐτοῖς ὑπάρχειν πλεονεξίαν. πάλαι γὰρ αὐτὸν ἐπιθυμεῖν ὑπὸ ταῖς ψήφοις λαβεῖν, ὥστ’ αὐτοῖς ἀρκεῖν φανῆναι. ἃ γὰρ αὐτὸς ἄν, εἴπερ
ἐδίκαζεν, Ἄνυτος ἐποίει καὶ οἱ μετὰ τούτου, ταῦτα παρ’ ὑμῶν προσδοκᾷ. κακῶς ἐλπίζων. διὰ τί; ὅτι πρῶτον μὲν ἐν ὑμῖν οὐκ ὀλίγους ἑώρων πολλάκις ἡσθέντας, 1 2 3 ὁπότε Σωκράτης τοὺς ἀλαζόνας ἐλέγχοι, καί, νὴ Δία 4 γε, καὶ πρὸς ἀρετὴν διὰ τοῦτον | ἐπιδεδωκότας οὐ μικρόν.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.