ἀρχήν, ὡς ἄν τις δειλίᾳ μὲν φεύγων τὴν κοινωνίαν, πονηρίᾳ δὲ χαίρων τῷ κακῶς πάσχειν τὸν δῆμον. οὐ τοίνυν οὐδὲ τῶν τριάκοντα ἦν οὔτε συνάρχων οὔτ’ 1 2 ἐπαινέτης, ἀλλ’ οὕτως οὐκ ἤρεσκον ἀλλήλοις, ὥσθ’ ὁ μὲν κατηγόρει τῶν ὑπ’ ἐκείνων πραττομένων, Κριτίας δὲ ὁ μαθητής τε καὶ φίλος σιγῆς ἐτιμᾶτο τῷ διδα- σκάλῳ. ἔστιν οὖν ὅπως <ἄν> ἄνθρωπος τυραννικὸς ἀποῦσαν μὲν κατασκευάζοι τὴν τυραννίδα, παρούσῃ δὲ
ἄχθοιτο, καὶ εὔχοιτο μὲν ἂν ἰδεῖν ἄκυρον τῶν πραγ- μάτων τὸν δῆμον, ὁρῶν δὲ λυποῖτο; |
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.