τὸ τῆς συμβουλῆς σαφὲς καὶ διὰ τοῦτο οὕτως ἔλεγεν ἐπικρυπτόμενος, ὥστ’ ἄδειαν εἶναι μὴ πείσαντι, χρόνου γε προἰ·όντος καὶ τοῦ πράγματος τοῖς νέοις οὐκ ἀπα- ρέσκοντος τολμῆσαι καὶ φανερῶς εἰπεῖν. ἢ νέους | 1 μὲν ἐν τῷ δήμῳ λέγοντας οὐδὲ τοῦ θορύβου τὸ μέγε-
θος ὧν ἐσπουδάκασιν ἀφίστησιν, ἀλλὰ πᾶν ὑπομένου- σιν ἐπὶ τῷ τὸ δοκοῦν αὑτοῖς καταστῆσαι κύριον, Σω- κράτης δὲ καθ’ ἡσυχίαν ἐξὸν τοὺς ἀκροωμένους λαβεῖν ἀντιλέγοντος οὐδενὸς προὐδίδου τὴν ἐπιθυμίαν τὴν αὑτοῦ δίκαιον οὐκ ἔχων λόγον;
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.