μεταστάσεως; εἰ μὲν γὰρ ὑφεωρᾶτο κίνδυνον ἐκ τῶν λόγων, ὅλως ἂν ἐσίγα ταῦτα δι’ ἅπερ νῦν κρίνεται· νομίζων δ’ ἐν φίλοις τοῖς ἀκροωμένοις ἐρεῖν, ἧκεν ἂν ἐπὶ γυμνὴν τὴν παραίνεσιν, ἐπῄνεσεν ἂν Πεισίστρατον, ἐθαύμασεν ἂν Ἱππίαν, ἠγάσθη ἂν Ἵππαρχον, ἐκάλεσεν
<ἂν> εὐδαιμονίαν τῶν Ἀθηνῶν ἐκεῖνον τὸν χρόνον.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.