τῶν ἀτοπώτατόν ἐστι τὸν ἐν Λυκείῳ διατρίβοντα καὶ πάντα τὸν βίον ἐν τῷ διαλέγεσθαι καὶ ζητεῖν ἀνηλω- κότα τῶν ῥητόρων αἰτεῖν γραφάς. ἴστε γὰρ δήπου τοῦθ’ ὅτι τῶν τὰ κοινὰ πραττόντων καὶ ἐπὶ τὸ βῆμα ἀνιόντων καὶ γνώμας ἀγορευόντων καὶ ψηφίσματα γρα-
φόντων τούτων ἐστὶ τὸ τοῖς τοιούτοις ἐπιχειρεῖν, οἴ τὸ δύνασθαι βλάπτειν τὸν δῆμον ἐξ αὐτοῦ τούτου τοῦ παρὰ τῷ δήμῳ δύνασθαι λαβόντες ἔχουσιν. εἰ δέ τις ἐν ταῖς παλαίστραις πρὸς τοὺς σοφιστὰς ἤ τινας ἄλλους τῶν ἀεὶ συγγινομένων περὶ τῶν ἀεὶ παραπιπτόντων
5 φιλοσοφεῖ, πῶς ἂν οὗτος οἷός τε εἴη τὴν πολιτείαν μετακινεῖν;
κὸν συνεστήσατο καὶ πολλοὺς οἰκέτας ὥπλισεν.
τῶν νόμων, τί μαθὼν οὐ πάντας ὑμῖν τούτους παρέδωκε; τί μὴ κατὰ πάντων ἀπενήνοχε | 3 γραφάς; οὐ γὰρ δὴ τὸν μὲν παρακαλοῦντα πρὸς τὰ πονηρὰ δίκης ἄξιον νομιστέον, δι᾿ ὧν δὲ τὰ ἔργα ἐπράχθη, τούτοις δὴ δεῖ πρᾴως ἔχειν. οὐδὲ γὰρ ἐν
4 5 τοῖς φονικοῖς νόμοις οὕτως ὁρῶμεν διῃρημένον, ἀφεἴ- σθαι μὲν αἰτίας τὸν δράσαντα, ἄγειν δὲ εἰς κρίσιν τὸν αἴτιον, ἀλλὰ τὸν ἀνδροφόνον προσειπὼν τούτῳ τὸν αἴτιον τοῦ φόνου προσέθηκε μιαρώτερον ἡγούμενος
τὸν πράξαντα τοῦ πεπεικότος.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.