ἡ πολιτεία κινδυνεύεται. θρασεῖς ἡμῖν καὶ τυραννικοὺς καὶ ἀφορήτους καὶ τὸ ἴσον ὑπερο- ρῶντας ὁ σοφιστὴς ἀνθρώπους δημιουργεῖ. οὐ 1 κωλύσομεν; I οὐκ ἐπισχήσομεν; οὐκ ἐκβα- λοῦμεν τοῦτον, πρὶν <ἂν> τὴν τῶν νόμων ἰσχὺν 2 3 ἐκβάλωσιν οἱ παρὰ τούτῳ τρεφόμενοι; ταῦτ’ ἔδει λέγειν καὶ πρὸς τούτῳ τί ποιεῖν Ἄνυτον; τὸν γραψό- μενον κινεῖν, εἰ μὴ αὐτός γε ἐβούλετο.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.