καὶ πάλαι μὲν ἡμᾶς ἑώρας ἀδικουμένους, ὀψὲ δὲ ἥκεις βοηθήσων; οὐκ ἐπεδήμεις γενεὰν ὅλην καὶ ἔτι πλέον; οὐχ ἑώρας τοὺς ἐρῶντας αὐτοῦ νεανίσκους; οὐκ ἐπή- κουες τῶν λόγων; καὶ γὰρ οὐχ ὧδε ἔσται ἀναχωρεῖν σοι, ὅτι ἄρα καταδὺς οὗτος εἰς γωνίαν καὶ θύρας ἐπι-
θεὶς καὶ καταλαβὼν ὅρκοις τοὺς συνόντας ἦ μὴν κρύ- 1 2 ψειν τὴν ἀκρόασιν καὶ θῦμα θυσάμενος δι’ ἀπορρή- των ἐδίδασκε τοὺς λυμεῶνας λόγους, οἷς τὸν μὲν ἄλλον ὑπῆρξε λανθάνειν χρόνον, ὕστερον δὲ εἰς φῶς ἐλθεῖν συνέβη τῶν τὴν γλῶτταν ἀκολάστων τινὸς ἐκ-
λελαληκότος.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.