ἀπενηνεγμένης καὶ τῆς αἰτίας κεκηρυγμένης περὶ σπονδῶν προσέπεμπε Σωκράτει τὸν μὲν ἀξιῶν ἀποστῆναι τοῦ μεμνῆσθαι τῆς τέχνης, αὐτὸς δὲ ὑπισχνούμενος διαγρά- ψεσθαι τὴν γραφήν. τοῦ δὲ φήσαντος οὐ παύσεσθαι τῶν ἀληθῶν, ἕως ἂν ἐμπνέῃ, χρήσεσθαι δὲ τοῖς αὐτοῖς
περὶ τῶν αὐτῶν λόγοις καὶ οὐ τοσοῦτον ἰσχύσειν τὴν 1 κατηγορίαν, ὡς ἃ πρὸ αὐτῆς ἐνόμιζε προσήκειν λέγειν, ταῦτα ἐπ’ ἐκείνῃ σιγᾶν, οὕτως ἤδη παρέδωκεν εἰς ὑμᾶς τὸν οὐδὲν ὧν ἐνόμιζε δικαίων προδεδωκότα τῷ φόβῳ.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.