ὅτε τούτους ἐν τοῖς ἐρωτήμασιν ἐδείκνυ πολὺ τῆς δόξης ἣν εἶχον ἐλάττους καὶ φρονοῦντας ὡς εἰπεῖν οὐδ’ ὁτιοῦν περὶ ὧν ἔφασαν ἑτέρους διδάσκειν ἔχειν, τότε ὁμοῦ μὲν τὴν νεότητα τῆς πόλεως ἐξῃρεῖτο τῆς ἠλι- 1 9 θίου συνηθείας, ὁμοῦ δὲ | σοφίας ὑμῶν εἰς ἅπαντας
ἀνθρώπους ἀπέστελλεν ὄνομα, εἰ τοὺς ὥσπερ δαίμονας πανταχοῦ θαυμαζομένους ἐπὶ τοῖς λόγοις οὓς ἀνεγί- νωσκον ἐπὶ τῷ λαβεῖν, τούτους ἀπέφηνε ῥημάτων συλλογὴν παρεχομένους κενήν, νοῦ δὲ ὅτι πλεῖστον ἀπέχοντας καὶ τοῦ τὴν φύσιν εἰδέναι περὶ ὧν ἐπεχεί-
ῥοῦν λέγειν καὶ δικαιότερον ἂν τελέσαντας ἀργύριον 2 3 4 5 ἐπὶ τῷ μαθεῖν ἢ λαμβάνοντας ὥς τι τῶν δεόντων δυναμένους διδάσκειν.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.