ἀφ’ ὧν ἂν δόξαιμι τὰ δίκαια ποιεῖν παρελθεῖν. καὶ γὰρ ἂν εἴη δεινὸν ἐπὶ μὲν Μελήτῳ καὶ ταῖς παρ’ ἐκεί- νου λοιδορίαις Ἄνυτον ἀναβῆναι λόγον κακοήθη τε καὶ μακρὸν κομίζοντα καὶ πάλιν ἐπὶ τούτῳ Λύκωνα μηδεμιᾶς ἀποσχέσθαι τέχνης, ὅπως εἶς ὑμῶν ἀποθάνῃ,
ἡμᾶς δέ, οὓς λυπεῖν ὡμολόγηκεν Ἄνυτος τοῖς κατὰ 1 Σωκράτους λόγοις, ἀφώνους | ὡς οὐκ ἀνιωμέ- νους ἑστάναι καὶ γενέσθαι χείρονας τῆς τῶν κατη- γόρων ἐλπίδος, ἄλλως θ’ ὅτε ἐν τῷ τὰ προσήκοντα 2 τῇ φιλίᾳ πληροῦν καὶ <τὸ> τοὺς δικάζοντας ὑμᾶς ἐξε- λέσθαι τῆς ἐπιορκίας ἔνεστιν. ὁ γὰρ τὴν τῶν ἐπηρεα- ζόντων ἀπάτην οὐκ ἐῶν ἰσχύσαι φύλακας ἀκριβεῖς ποιεῖ τοὺς ψηφιζομένους τῶν ὅρκων. ὥστε οὐ τῷ φεύ- γοντι συνηγορήσων μᾶλλον ἀνέβην ἢ τῶν ὑμῖν συμ-
φερόντων ποιησόμενος πρόνοιαν.
τὴν ἐνθένδε μετανάστασιν ἀνάγκη ῥᾳδίως φέρειν· ἔτι δὲ οἶς οὐκ ὀλίγοι τῶν φανερῶς ἀδικούντων, τῷ τε παρ’ ὑμῶν ἐλέῳ καὶ δάκρυσι τοῖς αὑτῶν καὶ παίδων ἱκετείαις, εὕραντο σωτηρίαν, τοσοῦτον ἀπέσχε διὰ τού- των αὑτὸν ἐξαιτήσασθαι, ὥστ’ ἤδη τινὰς ὑμῶν ᾐσθό-
μὴν τραχύτερον ἐσχηκότας πρὸς αὐτὸν τῷ μηδενὶ τού- των ἀξιῶσαι χρήσασθαι.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.