καὶ κοσμίου, λαβέτω δὲ καὶ παρ’ ὑμῶν, ὦ Ἀθηναῖοι, τοὺς ὀφειλομένους, ὅτι πένης ἄνθρωπος γυναικὶ συνοι- κῶν, παιδία τρέφων, ἐπὶ μὲν τὸ συλλέγειν ἀργύριον καὶ δι᾿ ὧν ἂν ὑπῆρχε τρυφᾶν οὐκ ἐτράπετο, διδάξας δὲ τοὺς ἔνδον ἀνέχεσθαι τῆς τύχης κοινὸς ἐπίτροπος
περιῄει τῶν πολιτῶν ζητῶν καὶ πυνθανόμενος, εἰ· τῳ παῖς ὑπὸ μέθης ἢ κύβων ἤ τινος ἄλλου διέφθαρται κακοῦ, καταβοῶν πατέρων ῥᾳθυμούντων, ἐπεγείρων στρατηγοὺς καθεύδοντας, ἐνάγων εἰς φροντίδας ῥήτο- ρας, λυπῶν λύπην τὴν λυσιτελοῦσαν. ἐώρα γὰρ καὶ
τοὺς ἰατροὺς ταύτην ἰόντας.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.