νᾶσθαι φύσιν καὶ τὸν ἥλιον ὅ τι ποτέ ἐστι σκοπεῖν καὶ περὶ τῆς σελήνης ἀνευρίσκειν λόγους καὶ πόθεν ἀστραπαὶ καὶ τί τὸ βροντᾶν ποιοῦν, τὴν μὲν περὶ ταῦτα διατριβὴν ἔφυγε νομίζων μάταιον ἅπασαν μάθη- σιν ἀφ’ ἧς οὐδὲν ἂν ἔργον τοῖς ἐπισταμένοις γένοιτο·
ἐπὶ δὲ τὸ ζητεῖν τὸ δίκαιον καὶ τίνα χρὴ νομίζειν ἀνδρεῖον καὶ τίς εἰκότως ἂν καλοῖτο σοφός, ὃ μέγιστον τῶν ἀγαθῶν καὶ οἴκῳ καὶ πόλει καὶ πᾶσιν ἔθνεσιν, ἐπὶ ταῦτα ὥρμησε καὶ τούτοις ἐνέμεινε διδάσκαλον 1 μὲν αὑτὸν οὐδενὸς οὐδαμοῦ προσειπὼν οὐδὲ ἀργύριον πραξάμενος, ὧς ὁ μιαρὸς σοφιστής, ἐν δὲ τῷ τοῖς | 2 πλησιάζουσι συνεξετάζειν τὴν ἑκάστου πράγματος φύσιν τὸν βίον ποριζόμενος.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.