ὅτε δὴ χαλεπῶν ἔτυχε τῶν πολιτῶν, ὀξέως ὑπὸ τοῦ δήμου πρὸς τὰ καλλίω κεκλῆσθαι τοῦτον αὐτὸν τὸν διδάσκαλον δεδεμένον ἐξῃτήσατο καὶ διέσωσεν. οὕτως ἠξίου τὸν Περικλέα μηδενὸς ὧν ἐπαγγείλειεν ἀτυχεῖν.
καίτοι τὰς τηλικαύτας δωρεὰς οὐ τοῖς φαύλοις διδόναι νόμος, ἀλλ’ οἷς ἀνάκειται τῶν κοινῶν ἡ φυλακή. 2 3 4 οὐκοῦν ἄνδρα σπουδαῖον ἡγοῦντο τὸν ὁμολογοῦντα συγγεγονέναι τῷ σοφιστῇ καὶ δι’ αὐτό γε τοῦτο βοη- θοῦντα, διότι συγγένοιτο.
παθεῖν ἢ δι’ ἐκεῖνον καὶ Σωκράτην. καίτοι φησὶν ἐπ’ ἐλάττοσιν αἰτίαις ἐξελαθῆναι τὸν Δάμωνα, ἔτι δὲ μηδὲ ὑπὸ τῶν ἐχθρῶν αἰτίαν τοῦ καταλύειν τὸν δῆμον λαβεῖν, ὥσπερ τὸν νυνὶ κρινόμενον. ἔστι δὲ τοῦτο μὲν τεκμήριον τοῦ μετριωτέρων ἐκεῖνον ἐχθρῶν τυχεῖν,
κωλύει δὲ οὐδὲν ἐλάττω τε δικαίως αἰτιαθῆναι καὶ μείζω μὴ προσηκόντως.
θετοῦντος, καὶ μετὰ Βίαντος πολλῶν ἑτέρων δι’ οὓς σεμνὴ γέγονεν ἡ Ἰωνία; οὐ διὰ Μέλισσον καὶ Θαλῆν καὶ Πυθαγόραν ἤρχθησάν τε καὶ ἐστασίασαν οἱ τὰς πόλεις ἔχοντες, ἀλλ’ αἶ μὲν στάσεις κοινὸν τῆς ἀνθρω- 5 6 7 πείας φύσεως νόσημα, τὸ Ι δ’ ὑπακούειν ἐκ τοῦ βασιλείαν σφίσιν ἐφορμεῖν μεγάλην συνέβη, τὴν δὲ Περσῶν ἰσχὺν οὐ Πυθαγόρας οὐδὲ Μέλισσος, ἀλλὰ Κῦρος Κροῖσον καθελὼν ἐποίησε καὶ μετ’ ἐκεῖνον
Δαρεῖος.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.