νομίζουσιν οὐ μιᾶς τινος ἡλικίας οὐδὲ ἔθνους ἑνὸς τῶν ἐν ταῖς πόλεσιν, ἀλλ’ ὁμοίως μὲν νέων, ὁμοίως δὲ γερόντων, ἔτι δὲ ἀνδρῶν καὶ γυναικῶν καὶ ἀστῶν καὶ ξένων καὶ δούλων καὶ ἐλευθέρων. καὶ διὰ τοῦτο πρῶτοι τιμῶνται μετὰ τοὺς θεούς, ὅτι παρ’ αὐτῶν
μεμαθήκαμεν ἅ τε δεῖ ποιεῖν ὧν τε ἀπέχεσθαι. ἀκού- ομεν δὲ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ δωρεὰς καὶ ζημίας, ὧν αἱ μὲν ἕπονται τοῖς ἀπειθοῦσιν, αἱ δὲ τοὺς ἐπι- εικεῖς ἀμείβονται. ἀλλ’ ὅμως οὐδὲ τούτων ἀμφοτέρων ἐλπίδες ἀρκοῦσιν ἐκκόψαι πονηρίαν. ἀλλ’ οἱ μὲν ἀπει-
λοῦσιν, Ἄνυτος δὲ ἀδικεῖ. οἱ μὲν ἐπαγγέλλονται, Μέλη- τος | δὲ οὐκ ἐπιθυμεῖ τιμῆς, ἀλλ’ αἱρεῖται μισθοῦ 1 μᾶλλον συκοφαντεῖν ἢ τῶν χρηστῶν νομισθεὶς θαυ- 2 3 4 μασθῆναι.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.