ἄμεινον μάθητε, ἔστω μὲν Ἀλκιβιάδης μηδὲν Κριτίου βελτίων, ἴστω δὲ Σωκράτης διδάσκαλος ὁ μηδαμοῦ μηδενὶ τοῦτο ὑποσχόμενος. ἐξεταζέσθω δὲ παρ’ ὑμῖν, εἰ τῆς τῶν οὐκ ἐθελησάντων ἢ μὴ δυνηθέντων γε μαθεῖν κακίας ὁ διδάξαι γε βουληθεὶς ὑπεύθυνος. εἰ
γὰρ ὁ μὲν ἔλεγεν ὅ ποιοῦσιν ἂν συνήνεγκεν, οἱ δὲ οὐ προσεῖχον τὸν νοῦν ἑτέρων αὐτοῖς ἀρεσκόντων, τί δεῖ Σωκράτην ἀντ’ ἐκείνων μισεῖν; ὥσπερ ἂν εἴ τις γεωρ- γὸν μηδὲν παραλιπόντα τῶν περὶ τὴν γῆν πόνων, ἀλλὰ καὶ χερσὶ καὶ σκεύεσι καὶ βουσὶ καὶ σπέρμασι
4 5 καὶ τῷ περὶ ταῦτα νόμῳ χρησάμενον, ἔπειτα μηδ’ ὁτιοῦν παρ’ αὐτῆς κεκομισμένον οὐκ οὔσης ἀγαθῆς 6 αἴτιον τοῦ συμβάντος ἡγοῖτο, ἀλλ’ | ἕτοιμον αὐτῷ καὶ περὶ τῆς αὑτοῦ διεξελθεῖν τέχνης καὶ δεῖξαι τὴν
γῆν.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.