παρὰ τοῦ πατρὸς χρημάτων ὄγκον συνείλεκται μέγαν καὶ γεωργεῖ καὶ γέγονεν ἐξαίφνης ὑπὲρ τοὺς πολλούς. τίς οὖν ἡ μεταβολὴ καὶ πόθεν; Σωκράτης δὲ κινδυνεύει μόνος ἀνθρώπων διὰ τὸ τοῖς παροῦσιν ἀγαπῆσαι δοῦναι δίκην.
ἠναγκασμένον. πῶς οὖν μοι δοκεῖ; μικρὰ χωρὶς ὑπὲρ ἐκείνου διαλεχθέντα μετὰ ταῦτα συγχωρῆσαι μὲν ἴσην ἀμφοῖν εἶναι τὴν ἀδικίαν, δεῖξαι δὲ οὐδὲν μετὸν τῆς ἀδικίας Σωκράτει.
ρον ὅτι τὸν Ἀλκμαίωνα καὶ τὸν Ἱππόνικον ἀκούων καὶ προαιρέσεις γενναίας καὶ πράξεις ἐφαμίλλους καὶ Κλεινίαν καὶ μάχας καὶ τελευτὴν ἔνδοξον φρονήματος 4 5 ἔγεμε δυοῖν οἰκίαιν γνωριμωτάταιν πρέποντος; ἢ ὅτι καλὸν αὐτὸν ἡ μήτηρ ἔτεκε καὶ θαυμαστὸν τὴν ὥραν; ἢ ὅτι τὴν τῶν προγόνων διεδέξατο τάξιν καὶ πρὸς τὸ τὴν πόλιν εὖ ποιεῖν ὥρμησεν; ἢ ὅτι τοὺς ὁμόρους
πρὸς τὴν Σπάρτην ἐξεπολέμωσε καὶ τὴν τῆς Ἀττικῆς φθορὰν ἐπὶ τὴν ἐκείνων μετέστησεν; ἢ ὅτι φαυλότερα τῆς ὑμετέρας ἀξίας τὰ ὄντα ἐνόμισε καὶ τὰ ἀπόντα ἐζήτησεν;
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.