ἀποκτείναντα πῶς ἔνι μὴ μείζω παθεῖν; ἀλλ’ οὔτ’ Ἄνυτος οὔτε Σωκράτης ἀδικοῦσιν, εἴ τι τῶν τοῖς ποιηταῖς εἰρημένων καταμέμφονται.
ἀπλῶς πάσης ἀφεμένοις πράξεως εἰς τὸν οὐρανὸν φἐ- πειν ὡς ἐκεῖθεν ἀφιξομένης τροφῆς; εἷς ἐξ ἀπάντων Ἀθηναίων I παρελθὼν μαρτυρησάτω καὶ σιω- R III 44 πήσομαι. εἰ δὲ τὸ μὲν ἀργεῖν οὐκ ἐπῄνει, τὸ δὲ τῇ κτήσει τῶν χρημάτων ἢ τῇ τῆς ψυχῆς ἀρετῇ πλείω
νέμειν τὴν σπουδὴν ἡγεῖτο τῶν ἀτόπων λέγων τιμιώ- τατον μὲν ἀνθρώπῳ τὴν ψυχὴν εἶναι, δεύτερον δὲ τὸ σῶμα, τρίτον δὲ τὰ χρήματα, πῶς ταῦτα πείθοντος ἦν ἀργεῖν;
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.