καὶ οὐ μόνον τἄλλα συμπράττουσαν, ἀλλὰ καὶ τὸ εἶδος αὐτῷ τρέπουσαν, νῦν μὲν εἰς αἶσχος, νῦν δὲ εἰς κάλλος, I ὧς ἑκατέρου δεήσειεν. ἀλλὰ καὶ τὴν 1 αἰτίαν αὐτῷ τῆς τοῦ Ποσειδῶνος ὀργῆς οὐκ ἐποίησε δικαίαν. ὁ μὲν γὰρ ὑπὲρ τοῦ Κύκλωπος τυφλωθέντος
ἤχθετο, ὁ δὲ τὸν Κύκλωπα ἀμυνόμενος ταῦτ’ ἐδεδρά- κει καὶ προσέτι γε σώζων αὑτόν. οὐκοῦν ἐν μὲν οἷς 2 3 4 ἐπλανᾶτο ἠδικεῖτο, ἐν οἷς δὲ τοσούτων κακῶν κρείτ- των ἦν ἀρετὴν κεκτημένος ἐδείκνυτο.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.