τῷδε. τί οὖν τοῦτο ἔστι; τὸ τοὺς μὲν ἐν τῇ τῶν μαν- θανόντων ὄντας ἡλικίᾳ τούτῳ μόνῳ προσέχειν τὸν νοῦν τῶν ἄλλων ἀφειμένους, ὑμῖν δέ, ὦ ἄνδρες, οἶμαι μυρίας πανταχόθεν περικεχύσθαι τὰς φροντίδας, γυναῖ- κας, παῖδας, τὴν οἰκίαν, πρεσβείας, δημηγορίας, συλ-
λήβδην εἰπεῖν τὴν ὑπὲρ τῶν κοινῶν πρόνοιαν, ἃ καὶ τοῖς σφόδρα βουλομένοις ἐν οἷσπερ οἱ νέοι διατρίβειν ἐμποδὼν ἂν εἴη.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.