οἴκοι καθεῖρξε τὸν υἱόν, ὅπως μηκέτ’ ἀκούοι τῶν δια- φθειρόντων ῥημάτων; οὐδείς. ᾔδεσαν γὰρ τά τε ἄλλα ἃ πρὸς ὑμᾶς νῦν διῆλθον καὶ περὶ τῶν λοιπῶν ἃ δίειμι, τοῦ τε κλέπτειν καὶ τῆς ἱεροσυλίας καὶ τῆς ἀπάτης. ταυτὶ γὰρ οὐκ εἰσάπαξ ἡγεῖτο δεινὰ καὶ τοῖς
νόμοις ἐναντία· γίγνεσθαι γὰρ αὐτοῖς παρὰ τῶν πολέ- μων τὸν καιρόν. καὶ στρατηγὸς ἀμείνων ὁ κλέπτων τοῦ δεδιότος μὴ διὰ κλοπῆς νικήσῃ. κἂν ἀπάτην ὥσπερ 1 2 μηχανὴν προσαγάγῃς τοῖς ἐχθροῖς, ἔννομα δέδρακας.
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.