ὥσπερ ἄν τις ἔχων μάρτυρας τοὺς δικαστὰς τοῦτ’ ἀφεὶς ἀνθρώπῳ καπήλῳ προσέχειν ἀξιοίη πᾶν ἀργυ- ρίου ποιήσοντι. ἐνῆν τοίνυν τῷ Σωκράτει παρακαλοῦντι 1 πρὸς τὰ χείρω τοῖς οὐκ ἐνδιδοῦσι λέγειν, ὅτι ταῦθ’ ὑμῖν νομίζετε τὴν Πυθίαν παραινεῖν,
ταῦτα τὸν ὑπὸ τῷ Παρνασσῷ μαντευόμενον θεόν. ἐκεῖνός με κέκληκε σοφώτατον. εἰς ἐκεῖ- νον, ἄν τις ἀντιτείνῃ, πλημμελεῖ. τούτων οὐδεὶς οὐδένα ἀκήκοε τῶν λόγων οὐδὲ τολμήσει Ἄνυτος καὶ τοῦτο ψεύσασθαι καίτοι κατατολμῶν τῶν μεγίστην δό-
ξαν ἐχόντων ἐπὶ σοφίᾳ. τῷ τοίνυν ἐνταῦθα δόξης ἑστηκότι τί περιόδων ἔδει μέγιστον ἐφόδιον εἰς πειθὼ τὴν ἐπὶ σοφίᾳ φήμην ἔχοντι;
Declamatio 1. Libanius. ed. Richard Foerstser. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.