εἰπεῖν, τίνος ἕνεκεν; ὅτι φύσει μάχεσθαι ἔργον. οἶδα δ’ ἔγωγέ τινας ὡραίους μὲν ὑπὲρ τὸν Ὑάκινθον, 1 2 3 γονέων δὲ ἀπηρτημένους, παιδαγωγῶν δὲ ἐλευθέρους, ἀκολούθων δὲ ἐρήμους μυρίων μὲν ἐπισπασαμένους ὄμματα τῷ σώματι, | βλέψαντας δὲ εἰς οὐδένα πώ- 4 ποτε καὶ πολλῶν μὲν θηρατῶν ἐν μέσῳ στάντας, πάντων δὲ ὑπερενεχθέντας καθάπερ πτηνούς. ὀρφανῶν δὲ
σωφροσύνην οὐκ ἂν προσθείην, μή μέ τις ἐμαυτὸν ὑπολάβῃ λέγειν.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.