τῶν αἰσχρῶν. τούς δὲ Φαίακας ὁρῶμεν παρ’ αὐτῷ καὶ ὀρχηστὰς καὶ φιλοξένους. καίτοι εἰ τὸ μὲν φιλαν- θρώπως ἔχειν τοῖς ξένοις τοὺς θεούς ἐστιν αἰδου- μένων, τὸ δ’ ἀρέσκειν πειρᾶσθαι τοῖς θεοῖς δικαιο- 1 συνῆν | ἠσκηκότων, οὐκ ἔστι δὲ ὁμοῦ καὶ δικαίους
εἶναι καὶ διεφθάρθαι τοὺς τρόπους, οὐ πάντως οἷς ὀρχήσεως μέλει κακῶς διάκεινται τοὺς τρόπους, ἀλλ’ ἔστιν ὁμοῦ καὶ βελτίστους εἶναι κἀκεῖνο μὴ φεύγειν.
ἔλθωμεν. οὐκοῦν ὁμολογεῖται Κρῆτάς τε νόμοις ὅτι καλλίστοις κεχρῆσθαι καὶ Λακεδαιμονίους εἴτε παρ’ ἐκείνων λαβόντας εἴτε καὶ ἐκ Δελφῶν παρά τοῦ Πυθίου, καθάπερ Κρῆτες παρὰ τοῦ Δῖός διὰ τοῦ Μίνωος. 2 3 μᾶλλον δέ, εἴτε ὄντως θεοὶ τοὺς νόμους καὶ τούτοις κἀκείνοις ἔδωκαν εἴθ' ἡ τῶν νόμων ἀρετὴ τὴν τῶν θεῶν ἐπεσπάσατο φήμην, καθ’ ἑκάτερον δεῖ κεκρίσθαι τοὺς νόμους ἀρίστους εἶναι.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.