μᾶλλον ἄν τις εὖροι λόγους σπουδαίους μετ’ οἴνου συντεθέντας ἢ σωθεῖσαν ὄρχησιν ἐν σώματι μὴ τῆς γαστρὸς κολαζομένης. οὔτε γὰρ λαβεῖν ἔστι τὸ πρᾶγμα τὴν ἀρχὴν ἤ δι’ ἐγκρατείας καὶ λαβόντι τοῦτ’ αὐτὸ τῶν κτηθέντων φυλακτήριον. ὡς ὅστις αὑτὸν ἐπαφὴν
τραπέζαις, εἰς μόλυβδον ἀντὶ πτηνοῦ μεταβέβληκεν. 1 εἰ οὖν ἐν πλησμονῇ | μέν Κύπρις, ἐν πεινῶντι δὲ οὔ, πόρρω τῶν ἀφροδισίων οἱ πλησίον ἀκριβοῦς ὀρχήσεως καὶ παράδειγμα ταύτῃ γε χρηστοῦ τινος, οὐκ ἐπιζημίου. τοιαύτη μὲν εἴσοδος εἰς τὴν τέχνην καὶ
φρουρὰ τῆς τέχνης τοῖς ἀσελγέσι καὶ φθόροις, ὡς ἂν τις εὖ φαίη, παντελῶς ἄβατος.
καὶ νῦν ἔτι καθεστάναι, οὐχ ὅτι τῶν ἔργων τοὺς ἀν- θρώπους ἀπάγοντες ἐν τῇ τῶν ἐπῶν ἀκροάσει καταν- ήλισκον τὸν χρόνον τηνάλλως ᾄδοντες, ἀλλ’ ὅτι μνή- μῃ παλαιῶν ἔργων ἐπαίδευον τοὺς συλλόγους κατὰ τῶν πρὸ τοῦ γεγενημένων οὐκ ἐῶντες ἰσχύσαι τὴν
λήθην ὑπὲρ τῶν ἔτι ζώντων.
Oratio 64. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.