ἀμελήσαντες εἰς τὸ τέρπειν ἐκεῖνον ταῖς παρ’ ἡμέραν συνουσίαις πολὺν ἀνηλώκασι χρόνον. ἀλλ’ | οὐδὲ Sieb.
κοινωνίαν εἴποιεν ἂν τραπέζης ἢ λουτρῶν ἢ παιδιᾶς ἢ ὡς πληγὰς ἔδοσάν τε καὶ ἔλαβον συμπλακέντες τοῖς τὸν ἄνθρωπον πεποιηκόσι κακῶς ἢ μέλλουσιν. ἀλλ᾿ ἐὰν λα-
βόμενός <τινος> a αὐτῶν ἴρη· σὺ δὲ τοῦ χάριν 1 2 3 τῶν Ὀλυμπίου λαβεῖν; ἕξει μὲν οὐδὲν εἰπεῖν ἕτερον, τοῦτο δὲ μόνον, ὅτι· ἄνθρωπος ἐξ ἀνθρώπου γένοιτο καὶ εἰς εἴη τούτων οἱ ἀρούρης καρπὸν ἔδουσι. θαυμάζω δὲ ὅπως οὐ καὶ τοὺς ὀνηλάτας
κακῶς λέγοντας ἔσχε καὶ τοὺς ὀρεωκόμους καὶ τοὺς ταῖς καμήλοις τἀκ τῶν ἀγρῶν ἡμῖν ἄγοντας.
Oratio 63. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.