ἔχουσι παῖδας ἀπολεῖσθαι τοὺς ὄντας, οἷς δὲ οὐκ εἰσίν, οὐδέ ἔσεσθαι, γυναῖκας δὲ τὰς τούτων ἑτέροις ἲς ἀντὶ 1 τῶν γεγαμηκότων προσέξειν καὶ θυγατέρας πρὸ γάμων ὑποθήσειν ἑαυτὰς μαγείροις, υἱεῖς δὲ μηδὲν διοίσειν θυγατέρων, εἰς δὲ τὸ προσαιτεῖν κατενεχθέντας τοῦ δώσοντος ἀπορήσειν, διά δὲ νοσημάτων καὶ μακρῶν
καὶ πικρῶν καὶ μετ' ὀδυνῶν γένοιτ’ ἂν ἐκ τῶν τοι- ούτων ἀποθανεῖσθαι. ταῦτα έσται, ταῦτά τις ὄψεται, ταῦτα παιδεύσει τοὺς ἄλλους μὴ καταθεῖν τοὺς τετε- λευτηκότας ὡς οὐδὲν ὄντας ἔτι.
Oratio 63. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.