ὑμέτερον λόγον μείζω χιλίων ἀγρῶν, καὶ τό γε οὐδὲν οὐκ ἂν ἤνεγκε λύπην ἐν πολλῷ μείζονι τῆς φιλίας αὐ- τοῦ τὴν βάσανον λαβούσης, οἷον δ’] ἂν ἣν, εἰ καὶ μέρος τοῦτ’ ἐπεποιήκει τῶν διαθηκῶν τὴν τοῦ μηδὲν εἰς ἐμὰς πέμψαι χεῖρας αἰτίαν λέγων, ὅτι τῷ φιλτάτῳ
ἔστι πεπεῖσθαι ἐμέ μηδέν αὐτὸν ζητεῖν.
λίας ἀποστεροῦντι θανάτῳ τὸ καὶ τοῦ φιλεῖν οὐ δί- δωμι μείζονι τούτῳ χαριζόμενος τῶν τὰ ἄνθη φερόντων ἐπὶ τοὺς τάφους, ἃ καὶ μισῶν ἄν τις ἐνέγκαι φόβῳ τοῦ νόμου. τἀμὰ δὲ ἴστε καὶ ὧς ἐνοικεῖ μου τῇ ψυχῇ τῶν φίλων ἕκαστος τῶν ὑπὸ γῆς. ἴσασι δὲ
τοῦτο μᾶλλον αἰ νύκτες. τῆς γὰρ ἡμέρας ἐν τοῖς πρὸς τοὺς ζῶντας λόγοις ἀναλωμένης ἐκεῖναι τὰς πρὸς ἐκεί- νους ἔχουσι συνουσίας καὶ ἀκούω μέν οὐδέν, λέγω δέ.
Oratio 63. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.